Μεταφράστε τη σελίδα

Αναζήτηση / Search

Socratic News


Are you interested in Democracy ?

Τρίτη 25 Μαΐου 2010

Οι Ιουδαίοι δεν ήταν μονοθεϊστές

Miriam and Aaron complain against Moses, engra...Image via Wikipedia
Έξοδος κεφάλαιο 32

ΚΑΙ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικε Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ ᾿Ααρὼν καὶ λέγουσιν αὐτῷ· ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. 2 καὶ λέγει αὐτοῖς ᾿Ααρών· περιέλεσθε τὰ ἐνώτια τὰ χρυσὰ τὰ ἐκ τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με. 3 καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς ᾿Ααρών. 4 καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν· οὗτοι οἱ θεοί σου, ᾿Ισραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. 5 καὶ ἰδὼν ᾿Ααρὼν ᾠκοδόμησε θυσιαστήριον κατέναντι αὐτοῦ, καὶ ἐκήρυξεν ᾿Ααρὼν λέγων· ἑορτὴν τοῦ Κυρίου αὔριον. 6 καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκε θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν.

Εδώ φαίνεται καθαρά ότι ο Ααρόν ήταν ο αρχιερέας του Βαάλ (χρυσού βουβαλιού) θεού των Εβραίων και θυσίαζε όχι μόνο αυτός αλλά εποίησε βωμό για να κάνουν και άλλοι Ιουδαίοι θυσίες στο Βαάλ.

Μετά από λίγο έγινε ο αρχιερέας του Γιαχβέ δίπλα στο Μωυσή, με την ίδια άνεση που ήταν και αρχιερέας του Βαάλ. Ουδέν μεμπτό για την πρώτη ή δεύτερη θεότητα που υπηρετούσε καταλογίστηκε εναντίον του, ουδέποτε διατάχθηκε η σφαγή ή ο λιθοβολισμός του, όπως καταγράφει η εβραϊκή βίβλος εναντίον άλλων ανθρώπων.

Αν και στη σημερινή μορφή ο Βαάλ εκφράζει τον αντίπαλο του μοναδικού θεού, στην εποχή της συγγραφής της πεντατεύχου, παρατηρούμε το εναλλάξιμο των δύο θεοτήτων.

Κριταί Β᾽


10 καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ’ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον, ὃ ἐποίησεν ἐν τῷ Ισραηλ. 11 Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλιμ. 12 καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον 13 καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βααλ καὶ ταῖς Ἀστάρταις. 14 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. 15 ἐν πᾶσιν, οἷς ἐξεπορεύοντο, καὶ χεὶρ κυρίου ἦν ἐπ’ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα. 16 καὶ ἤγειρεν κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. 17 καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου, οὐκ ἐποίησαν οὕτως. 18 καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς. 19 καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς.

Reblog this post [with Zemanta]

Σχετικά Άρθρα