Μεταφράστε τη σελίδα

Αναζήτηση / Search

Socratic News


Are you interested in Democracy ?

Πέμπτη 16 Μαΐου 2013

Εἲς Ἑρμῆν


Εἲς Ἑρμῆν


Ἑρμῆν ὕμνειΜοῦσαΔιὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιονὃν τέκε Μαῖα,
νύμφη ἐυπλόκαμοςΔιὸς ἐν φιλότητι μιγεῖσα,
5αἰδοίημακάρων δὲ θεῶν ἠλεύαθ᾽ ὅμιλον,
ἄντρον ἔσω ναίουσα παλίσκιονἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους.

10ἀλλ᾽ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
τῇ δ᾽ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο:
καὶ τότ᾽ ἐγείνατο παῖδα πολύτροποναἱμυλομήτην,
ληιστῆρ᾽ἐλατῆρα βοῶνἡγήτορ᾽ ὀνείρων,
15νυκτὸς ὀπωπητῆραπυληδόκονὃς τάχ᾽ ἔμελλεν
ἀμφανέειν κλυτὰ ἔργα μετ᾽ ἀθανάτοισι θεοῖσιν.
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
τετράδι τῇ προτέρῃτῇ μιν τέκε πότνια Μαῖα.
20ὃς καίἐπειδὴ μητρὸς ἀπ᾽ ἀθανάτων θόρε γυίων,
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
ἀλλ᾽  γ᾽ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον:
25Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ᾽ ἀοιδόν:
 ῥά οἱ ἀντεβόλησεν ἐπ᾽ αὐλείῃσι θύρῃσι
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
σαῦλα ποσὶν βαίνουσαΔιὸς δ᾽ ἐριούνιος υἱὸς
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε:
30σύμβολον ἤδη μοι μέγ᾽ ὀνήσιμονοὐκ ὀνοτάζω.
χαῖρεφυὴν ἐρόεσσαχοροιτύπεδαιτὸς ἑταίρη,
ἀσπασίη προφανεῖσαπόθεν τόδε καλὸν ἄθυρμα
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
ἀλλ᾽ οἴσω σ᾽ ἐς δῶμα λαβώνὄφελός τι μοι ἔσσῃ,
35οὐδ᾽ ἀποτιμήσωσὺ δέ με πρώτιστον ὀνήσεις
3
οἴκοι βέλτερον εἶναιἐπεὶ βλαβερὸν τὸ θύρηφιν:
 γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
ζώουσ᾽ἢν δὲ θάνῃςτότε κεν μάλα καλὸν ἀείδοις.
ὣς ἂρ᾽ ἔφηκαὶ χερσὶν ἅμ᾽ ἀμφοτέρῃσιν ἀείρας
40ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
ἔνθ᾽ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
αἰῶν᾽ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
ὡς δ᾽ ὁπότ᾽ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
ἀνέροςὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
45 ὅτε δινηθῶσιν ἀπ᾽ ὀφθαλμῶν ἀμαρυγαί,
ὣς ἅμ᾽ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
πῆξε δ᾽ ἄρ᾽ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
50καὶ πήχεις ἐνέθηκ᾽ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
αὐτὰρ ἐπεὶ δὴ τεῦξεφέρωνἐρατεινὸν ἄθυρμα,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος δ᾽ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησεθεὸς δ᾽ ὑπὸ καλὸν ἄειδεν
55ἐξ αὐτοσχεδίης πειρώμενοςἠύτε κοῦροι
ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
ἥν τ᾽ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων:
60ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
καὶ τὰ μὲν οὖν ἤειδετὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
φόρμιγγα γλαφυρήν δ᾽ ἄρα κρειῶν ἐρατίζων
65ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίνοἶά τε φῶτες
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
αὐτοῖσίν θ᾽ ἵπποισι καὶ ἅρμασιναὐτὰρ ἄρ᾽ Ἑρμῆς
70Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
βοσκόμεναι λειμῶνας ἀκηρασίουςἐρατεινούς.
τῶν τότε Μαιάδος υἱόςἐύσκοπος Ἀργειφόντης,
πεντήκοντ᾽ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
75πλανοδίας δ᾽ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
ἴχνι᾽ ἀποστρέψαςδολίης δ᾽ οὐ λήθετο τέχνης
ἀντία ποιήσας ὁπλάςτὰς πρόσθεν ὄπισθεν,
τὰς δ᾽ ὄπιθεν πρόσθενκατὰ δ᾽ ἔμπαλιν αὐτὸς ἔβαινε.
σάνδαλα δ᾽ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
80ἄφραστ᾽ ἠδ᾽ ἀνόητα διέπλεκεθαυματὰ ἔργα,
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
85ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
οἷά τ᾽ ἐπειγόμενος δολιχὴν ὁδόναὐτοτροπήσας.†
τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
ἱέμενον πεδίονδε δι᾽ Ὀγχηστὸν λεχεποίην
τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός:


90 γέρονὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
 πολυοινήσειςεὖτ᾽ ἂν τάδε πάντα φέρῃσι,
[εἴ κε πίθῃμάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]
καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.

τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
95πολλὰ δ᾽ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
καὶ πεδί᾽ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δ᾽ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
 πλείωντάχα δ᾽ ὄρθρος ἐγίγνετο δημιοεργός:
 δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
100Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
τῆμος ἐπ᾽ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀκμῆτες δ᾽ ἵκανον ἐπ᾽ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
105ἔνθ᾽ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
λωτὸν ἐρεπτομένας ἠδ᾽ ἑρσήεντα κύπειρον:
σὺν δ᾽ ἐφόρει ξύλα πολλάπυρὸς δ᾽ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
110... ἄρμενον ἐν παλάμῃἄμπνυτο δὲ θερμὸς ἀυτμή:
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ᾽ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανάλάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
115ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
τόφρα δ᾽ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρόςδύναμις δέ οἱ ἕσπετο πολλή.
ἀμφοτέρας δ᾽ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας:
ἀγκλίνων δ᾽ ἐκύλινδε δι᾽ αἰῶνας τετορήσας.
120ἔργῳ δ᾽ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ:
ὤπτα δ᾽ ἀμφ᾽ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσιτὰ δ᾽ αὐτοῦ κεῖτ᾽ ἐπὶ χώρης:
ῥινοὺς δ᾽ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
125ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτοναὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖςτέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
130ἔνθ᾽ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς:
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖ᾽ἀλλ᾽ οὐδ᾽ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
καί τε μάλ᾽ ἱμείροντιπερῆν† ἱερῆς κατὰ δειρῆς.
ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
135δημὸν καὶ κρέα πολλάμετήορα δ᾽ αἶψ᾽ ἀνάειρε,
σῆμα νέης φωρῆςἐπὶ δὲ ξύλα κάγκαν᾽ ἀγείρας
οὐλόποδ᾽οὐλοκάρηνα πυρὸς κατεδάμνατ᾽ ἀυτμῇ.
αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην:
140ἀνθρακιὴν δ᾽ ἐμάρανεκόνιν δ᾽ ἀμάθυνε μέλαιναν
παννύχιοςκαλὸν δὲ φόως κατέλαμπε Σελήνης.
Κυλλήνης δ᾽ αἶψ᾽ αὖτις ἀφίκετο δῖα κάρηνα
ὄρθριοςοὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
145οὐδὲ κύνες λελάκοντοΔιὸς δ᾽ ἐριούνιος Ἑρμῆς
δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
αὔρῃ ὀπωρινῇ ἐναλίγκιοςἠύτ᾽ ὀμίχλη.
ἰθύσας δ᾽ ἄντρου ἐξίκετο πίονα νηὸν
ἦκα ποσὶ προβιβῶνοὐ γὰρ κτύπενὥσπερ ἐπ᾽ οὔδει.
150ἐσσυμένως δ᾽ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς:
σπάργανον ἀμφ᾽ ὤμοις εἰλυμένοςἠύτε τέκνον
νήπιονἐν παλάμῃσι περ᾽ ἰγνύσι λαῖφος ἀθύρων
κεῖτοχέλυν ἐρατὴν ἐπ᾽ ἀριστερὰ χειρὸς ἐέργων.
μητέρα δ᾽ οὐκ ἄρ᾽ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον:
155τίπτε σύποικιλομῆταπόθεν τόδε νυκτὸς ἐν ὥρῃ
ἔρχῃἀναιδείην ἐπιειμένενῦν σε μάλ᾽ οἴω
 τάχ᾽ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
 σὲ φέροντα μεταξὺ κατ᾽ ἄγκεα φηλητεύσειν.
160ἔρρε πάλινμεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
τὴν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι:


μῆτερ ἐμήτί με ταῦτα δεδίσκεαιἠύτε τέκνον
νήπιονὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
165ταρβαλέονκαὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι τις ἀρίστη,
βουκολέων ἐμὲ καὶ σὲ διαμπερέςοὐδὲ θεοῖσι
νῶι μετ᾽ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ᾽ὡς σὺ κελεύεις.
170βέλτερον ἤματα πάντα μετ᾽ ἀθανάτοις ὀαρίζειν,
πλούσιονἀφνειόνπολυλήιον κατὰ δῶμα
ἄντρῳ ἐν ἠερόεντι θαασσέμενἀμφὶ δὲ τιμῆς,
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαιἧς περ Ἀπόλλων.
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός τοι ἔγωγε
175πειρήσωδύναμαιφηλητέων ὄρχαμος εἶναι.
εἰ δέ μ᾽ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων:
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
180πορθήσω καὶ χρυσόνἅλις τ᾽ αἴθωνα σίδηρον
καὶ πολλὴν ἐσθῆτασὺ δ᾽ ὄψεαιαἴ κ᾽ ἐθέλῃσθα.

ὣς οἳ μέν ῥ᾽ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
υἱός τ᾽ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
Ἠὼς δ᾽ ἠριγένεια φόως θνητοῖσι φέρουσα
185ὤρνυτ᾽ ἀπ᾽ Ὠκεανοῖο βαθυρρόουαὐτὰρ Ἀπόλλων
Ὀγχηστόνδ᾽ ἀφίκανε κιώνπολυήρατον ἄλσος
ἁγνὸν ἐρισφαράγου Γαιηόχουἔνθα γέροντα
κνώδαλον εὗρε νέμοντα παρ᾽ ἔξοδον ἕρκεος αὐλῆς.
τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός:
190 γέρονὈγχηστοῖο βατοδρόπε ποιήεντος,
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ᾽ ἱκάνω,
πάσας θηλείαςπάσας κεράεσσιν ἑλικτάς,
ἐξ ἀγέλης δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ᾽ ἄλλων
κυάνεοςχαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
195τέσσαρεςἠύτε φῶτεςὁμόφρονεςοἳ μὲν ἔλειφθεν,
οἵ τε κύνες  τε ταῦρος δὴ περὶ θαῦμα τέτυκται:
ταὶ δ᾽ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
ταῦτά μοι εἰπέγεραιὲ παλαιγενέςεἴ που ὄπωπας
200ἀνέρα ταῖσδ᾽ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
τὸν δ᾽  γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν:
 φίλοςἀργαλέον μένὅσ᾽ ὀφθαλμοῖσιν ἴδοιτο,
πάντα λέγεινπολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότεςοἳ δὲ μάλ᾽ ἐσθλὰ
205φοιτῶσινχαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον:
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο:
παῖδα δ᾽ ἔδοξαφέριστεσαφὲς δ᾽ οὐκ οἶδανοῆσαι,
ὅς τις  παῖςἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
210νήπιοςεἶχε δὲ ῥάβδονἐπιστροφάδην δ᾽ ἐβάδιζεν.
ἐξοπίσω δ᾽ ἀνέεργεκάρη δ᾽ ἔχεν ἀντίον αὐτῷ.
φῆ ῥ᾽  γέρων δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας:
οἰωνὸν δ᾽ ἐνόει τανυσίπτεροναὐτίκα δ᾽ ἔγνω
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
215ἐσσυμένως δ᾽ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσ᾽
ἴχνιά τ᾽ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον:
 πόποι μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
220ἴχνια μὲν τάδε γ᾽ ἐστὶ βοῶν ὀρθοκραιράων,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα:
βήματα δ᾽ οὔτ᾽ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων:
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
225ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν:
αἰνὰ μὲν ἔνθεν ὁδοῖοτὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο.
ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
Κυλλήνης δ᾽ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
πέτρης ἐς κευθμῶνα βαθύσκιονἔνθα τε νύμφη
230ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
ὀδμὴ δ᾽ ἱμερόεσσα δι᾽ οὔρεος ἠγαθέοιο
κίδνατοπολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
235Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
240ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
φή ῥα νεόλλουτοςπροκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γεχέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δ᾽ οὐδ᾽ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
νύμφην τ᾽ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
245παῖδ᾽ ὀλίγονδολίῃς εἰλυμένον ἐντροπίῃσι.
παπτήνας δ᾽ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδ᾽ ἀμβροσίης ἐρατεινῆς:
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
250πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν:
ἔνθ᾽ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδηςμύθοισι προσηύδα κύδιμον Ἑρμῆν:
 παῖὃς ἐν λίκνῳ κατάκειαιμήνυέ μοι βοῦς
255θᾶσσονἐπεὶ τάχα νῶι διοισόμεθ᾽ οὐ κατὰ κόσμον.
ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανονοὐδέ σε μήτηρ
ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεταιἀλλ᾽ ὑπὸ γαίῃ
ἐρρήσεις ὀλίγοισι μετ᾽ ἀνδράσιν ἡγεμονεύων.
260Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι:
Λητοΐδητίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ᾽ ἱκάνεις;
οὐκ ἴδονοὐ πυθόμηνοὐκ ἄλλου μῦθον ἄκουσα:
οὐκ ἂν μηνύσαιμ᾽οὐκ ἂν μήνυτρον ἀροίμην:
265οὐδὲ βοῶν ἐλατῆρικραταιῷ φωτίἔοικα.
οὐκ ἐμὸν ἔργον τοῦτοπάρος δέ μοι ἄλλα μέμηλεν:
ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
σπάργανά τ᾽ ἀμφ᾽ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
μή τις τοῦτο πύθοιτοπόθεν τόδε νεῖκος ἐτύχθη:
270καί κεν δὴ μέγα θαῦμα μετ᾽ ἀθανάτοισι γένοιτο,
παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
βουσὶν ἐπ᾽ ἀγραύλοισιτὸ δ᾽ ἀπρεπέως ἀγορεύεις.
χθὲς γενόμηνἁπαλοὶ δὲ πόδεςτρηχεῖα δ᾽ ὕπο χθών.
εἰ δ᾽ ἐθέλειςπατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι:
275μὴ μὲν ἐγὼ μήτ᾽ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
μήτε τιν᾽ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
αἵ τινες αἱ βόες εἰσίτὸ δὲ κλέος οἶον ἀκούω.
ὣς ἄρ᾽ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
280μάκρ᾽ ἀποσυρίζωνἅλιον τὸν μῦθον ἀκούων.
τὸν δ᾽ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων:
 πέπονἠπεροπευτάδολοφραδές σε μάλ᾽ οἴω
πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ᾽ οὔδεϊ φῶτα καθίσσαι,
285σκευάζοντα κατ᾽ οἶκον ἄτερ ψόφουοἷ᾽ ἀγορεύεις:
πολλοὺς δ᾽ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
οὔρεος ἐν βήσσῃςὁπότ᾽ ἄν κρειῶν ἐρατίζων
ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
ἀλλ᾽ ἄγεμὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
290ἐκ λίκνου κατάβαινεμελαίνης νυκτὸς ἑταῖρε.
τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ᾽ ἀθανάτοις γέρας ἕξεις.
ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
ὣς ἄρ᾽ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
σὺν δ᾽ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
295οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
τλήμονα γαστρὸς ἔριθονἀτάσθαλον ἀγγελιώτην.
ἐσσυμένως δὲ μετ᾽ αὐτὸν ἐπέπταρετοῖο δ᾽ Ἀπόλλων
ἔκλυενἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
300Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε:


θάρσεισπαργανιῶταΔιὸς καὶ Μαιάδος υἱέ:
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
τούτοις οἰωνοῖσισὺ δ᾽ αὖθ᾽ ὁδὸν ἡγεμονεύσεις.

ὣς φάθ᾽ δ᾽ αὖτ᾽ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,
305σπουδῇ ἰώνἄμφω δὲ παρ᾽ οὔατα χερσὶν ἐώθει
σπάργανον ἀμφ᾽ ὤμοισιν ἐελμένοςεἶπε δὲ μῦθον:
πῆ με φέρειςἙκάεργεθεῶν ζαμενέστατε πάντων;
 με βοῶν ἕνεχ᾽ ὧδε χολούμενος ὀρσολοπεύεις;
 πόποιεἴθ᾽ ἀπόλοιτο βοῶν γένοςοὐ γὰρ ἐγώ γε
310ὑμετέρας ἔκλεψα βόας οὐδ᾽ ἄλλον ὄπωπα,
αἵτινες αἱ βόες εἰσίτὸ δὲ κλέος οἶον ἀκούω.
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
Ἑρμῆς τ᾽ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
315ἀμφὶς θυμὸν ἔχοντες μὲν νημερτέα φωνὴν
... οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
αὐτὰρ  τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,
320ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
πρόσθενἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα:
κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
325οὐμιλίη δ᾽ ἔχ᾽ Ὄλυμπον ἀγάννιφονἀθάνατοι δὲ
ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
ἔστησαν δ᾽ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
πρόσθε Διὸς γούνων δ᾽ ἀνείρετο φαίδιμον υἱὸν
Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε:
330φοῖβεπόθεν ταύτην μενοεικέα ληίδ᾽ ἐλαύνεις,
παῖδα νέον γεγαῶταφυὴν κήρυκος ἔχοντα;
σπουδαῖον τόδε χρῆμα θεῶν μεθ᾽ ὁμήγυριν ἦλθε.
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων:


 πάτερ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
335κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
παῖδά τιν᾽ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
Κυλλήνης ἐν ὄρεσσιπολὺν διὰ χῶρον ἀνύσσας,
κέρτομονοἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
οὐδ᾽ ἀνδρῶνὁπόσοι λησίμβροτοί εἰσ᾽ ἐπὶ γαίῃ.
340κλέψας δ᾽ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ᾽ ἐλαύνων
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
εὐθὺ Πύλονδ᾽ ἐλάωντὰ δ᾽ ἄρ᾽ ἴχνια δοιὰ πέλωρα,
οἷά τ᾽ ἀγάσσασθαικαὶ ἀγαυοῦ δαίμονος ἔργα.
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
345ἀντία βήματ᾽ ἔχουσα κόνις ἀνέφαινε μέλαινα:
αὐτὸς δ᾽ ἐκτὸς ὁδοῦτις ἀμήχανοςοὔτ᾽ ἄρα ποσσὶν
οὔτ᾽ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον:
ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
τοῖα πέλωρ᾽ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
350ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
ῥεῖα μάλ᾽ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν:
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
ἄφραστος γένετ᾽ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
χῶρον ἀνὰ κρατερόντὸν δ᾽ ἐφράσατο βροτὸς ἀνὴρ
355ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθατὸ δ᾽ ἔνθα,
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφονοὐδέ κεν αὐτὸν
360αἰετὸς ὀξὺ λάων ἐσκέψατοπολλὰ δὲ χερσὶν
αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
αὐτὸς δ᾽ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν:
οὐκ ἴδονοὐ πυθόμηνοὐκ ἄλλου μῦθον ἄκουσα
οὐδέ κε μηνύσαιμ᾽οὐδ᾽ ἄν μήνυτρον ἀροίμην.

365 τοι ἄρ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο Φοῖβος Ἀπόλλων:
Ερμῆς δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
δείξατο δ᾽ ἐς Κρονίωναθεῶν σημάντορα πάντων:


ζεῦ πάτερ τοι ἐγώ σοι ἀληθείην καταλέξω:
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
370ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο:
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
μηνύειν δ᾽ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
πολλὰ δέ μ᾽ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
375οὕνεχ᾽  μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
αὐτὰρ ἐγὼ χθιζὸς γενόμηντὰ δέ τ᾽ οἶδε καὶ αὐτός,
οὔτι βοῶν ἐλατῆρικραταιῷ φωτίἐοικώς.
πείθεοκαὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
ὡς οὐκ οἴκαδ᾽ ἔλασσα βόαςὣς ὄλβιος εἴην,
380οὐδ᾽ ὑπὲρ οὐδὸν ἔβηντὸ δέ τ᾽ ἀτρεκέως ἀγορεύω.
Ἠέλιον δὲ μάλ᾽ αἰδέομαι καὶ δαίμονας ἄλλους,
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαιοἶσθα καὶ αὐτός,
ὡς οὐκ αἴτιός εἰμιμέγαν δ᾽ ἐπιδώσομαι ὅρκον:
οὐ μὰ τάδ᾽ ἀθανάτων εὐκόσμητα προθύραια.
385καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
καὶ κρατερῷ περ ἐόντισὺ δ᾽ ὁπλοτέροισιν ἄρηγε.

ὣς φάτ᾽ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης:
καὶ τὸ σπάργανον εἶχεν ἐπ᾽ ὠλένῃ οὐδ᾽ ἀπέβαλλε.
Ζεὺς δὲ μέγ᾽ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
390εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
ἀμφοτέρους δ᾽ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύεινἙρμῆν δὲ διάκτορον ἡγεμονεύειν
καὶ δεῖξαι τὸν χῶρον ἐπ᾽ ἀβλαβίῃσι νόοιο,
ὅππη δὴ αὖτ᾽ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
395νεῦσεν δὲ Κρονίδηςἐπεπείθετο δ᾽ ἀγλαὸς Ἑρμῆς:
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
τὼ δ᾽ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
ἐς Πύλον ἠμαθόεντα ἐπ᾽ Ἀλφειοῦ πόρον ἷξον:
ἀγροὺς δ᾽ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
400ἡχοῦ δὴ τὰ χρήματ᾽ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
ἔνθ᾽ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα:
Λητοΐδης δ᾽ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
πέτρῃ ἐπ᾽ ἠλιβάτῳτάχα δ᾽ εἴρετο κύδιμον Ἑρμῆν:


405πῶς ἐδύνωδολομῆταδύω βόε δειροτομῆσαι,
ὧδε νεογνὸς ἐὼν καὶ νήπιοςαὐτὸς ἐγώ γε
θαυμαίνω κατόπισθε τὸ σὸν κράτοςοὐδέ τί σε χρὴ
μακρὸν ἀέξεσθαιΚυλλήνιεΜαιάδος υἱέ.

ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
τὸν δ᾽ οὐκ ἴσχανε δεσμάλύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον]
410ἄγνουταὶ δ᾽ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
αὐτόθενἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
ῥεῖά τε καὶ πάσῃσιν ἐπ᾽ ἀγραύλοισι βόεσσιν,
Ἑρμέω βουλῇσι κλεψίφρονοςαὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσαςτότε δὴ κρατὺς Ἀργειφόντης
415χῶρον ὑποβλήδην ἐσκέψατοπῦρ ἀμαρύσσων,
... ἐγκρύψαι μεμαώςΛητοῦς δ᾽ ἐρικυδέος υἱὸν
ῥεῖα μάλ᾽ ἐπρήυνεν ἑκηβόλονὡς ἔθελ᾽ αὐτός,
καὶ κρατερόν περ ἐόνταλαβὼν δ᾽ ἐπ᾽ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος δ᾽ ὑπὸ χειρὸς
420σμερδαλέον κονάβησεγέλασσε δὲ Φοῖβος Ἀπόλλων
γηθήσαςἐρατὴ δὲ διὰ φρένας ἤλυθ᾽ ἰωὴ
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζονταλύρῃ δ᾽ ἐρατὸν κιθαρίζων
στῆ ῥ᾽  γε θαρσήσας ἐπ᾽ ἀριστερὰ Μαιάδος υἱὸς
425Φοίβου Ἀπόλλωνοςτάχα δὲ λιγέως κιθαρίζων
γηρύετ᾽ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων
ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
430μητέρα Μουσάων γὰρ λάχε Μαιάδος υἱόν:
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
πάντ᾽ ἐνέπων κατὰ κόσμονἐπωλένιον κιθαρίζων.
τὸν δ᾽ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
435καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:


βουφόνεμηχανιῶταπονεύμενεδαιτὸς ἑταῖρε,
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω:
νῦν δ᾽ ἄγε μοι τόδε εἰπέπολύτροπε Μαιάδος υἱέ,
440 σοί γ᾽ ἐκ γενετῆς τάδ᾽ ἅμ᾽ ἕσπετο θαυματὰ ἔργα
ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν᾽ ἀνδρῶν
445οὔτε τιν᾽ ἀθανάτωνοἳ Ὀλύμπια δώματ᾽ ἔχουσι,
νόσφι σέθενφηλῆταΔιὸς καὶ Μαιάδος υἱέ.
τίς τέχνητίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβοςἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν:
ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
455θαυμάζωΔιὸς υἱέτάδ᾽ὡς ἐρατὸν κιθαρίζεις.
νῦν δ᾽ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
ἷζεπέπονκαὶ μῦθον ἐπαίνει πρεσβυτέροισι:
νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
σοί τ᾽ αὐτῷ καὶ μητρίτὸ δ᾽ ἀτρεκέως ἀγορεύσω:
460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον μὲν ἐγώ σε
κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν᾽ εἵσω
δώσω τ᾽ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν:
εἰρωτᾷς μ᾽Ἐκάεργεπεριφραδέςαὐτὰρ ἐγώ σοι
465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
σήμερον εἰδήσειςἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισισὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας:
πρῶτος γάρΔιὸς υἱέμετ᾽ ἀθανάτοισι θαάσσεις,
ἠύς τε κρατερός τεφιλεῖ δέ σε μητίετα Ζεὺς
470ἐκ πάσης ὁσίηςἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ᾽ ἘκάεργεΔιὸς παράθέσφατα πάντα
τῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν δεδάηκα:
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναιὅττι μενοινᾷς.
475ἀλλ᾽ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
δέγμενος ἐξ ἐμέθενσὺ δέ μοιφίλεκῦδος ὄπαζε.
εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
εὐφροσύνην νυκτός τε καὶ ἤματοςὅς τις ἂν αὐτὴν
τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
ἐργασίην φεύγουσα δυήπαθονὃς δέ κεν αὐτὴν
νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναιὅττι μενοινᾷς.
490καὶ τοι ἐγὼ δώσω ταύτηνΔιὸς ἀγλαὲ κοῦρε:
ἡμεῖς δ᾽ αὖτ᾽ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
βουσὶ νομούςἘκάεργενομεύσομεν ἀγραύλοισιν.
ἔνθεν ἅλις τέξουσι βόες ταύροις:, μιγεῖσαι
μίγδην θηλείας τε καὶ ἄρσεναςοὐδέ τί σε χρὴ
495κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.

ὣς εἰπὼν ὤρεξ᾽ δ᾽ ἐδέξατο Φοῖβος Ἀπόλλων,
Ἐρμῇ δ᾽ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,
βουκολίας τ᾽ ἐπέτελλενἔδεκτο δὲ Μαιάδος υἱὸς
γηθήσαςκίθαριν δὲ λαβὼν ἐπ᾽ ἀριστερὰ χειρὸς
500Λητοῦς ἀγλαὸς υἱόςἄναξ ἑκάεργος Ἀπόλλων,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος δ᾽ ὑπένερθε
σμερδαλέον κονάβησεθεὸς δ᾽ ὑπὸ καλὸν ἄεισεν.
ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
ἐτραπέτηναὐτοὶ δέΔιὸς περικαλλέα τέκνα,
505ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
τερπόμενοι φόρμιγγιχάρη δ᾽ ἄρα μητιέτα Ζεύς,
ἄμφω δ᾽ ἐς φιλότητα συνήγαγεκαὶ τὰ μὲν Ἑρμῆς
Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
σήματ᾽ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
510ἱμερτήνδεδαώς δ᾽ ἐπωλένιον κιθάριζεν:
αὐτὸς δ᾽ αὖθ᾽ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην:
συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ᾽ ἀκουστήν.
καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε:


δείδιαΜαιάδος υἱέδιάκτορεποικιλομῆτα,
515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα:
τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
ἀλλ᾽ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
 κεφαλῇ νεύσας  ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
520πάντ᾽ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.

καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
μή ποτ᾽ ἀποκλέψεινὅσ᾽ Ἑκηβόλος ἐκτεάτισται,
μηδέ ποτ᾽ ἐμπελάσειν πυκινῷ δόμῳαὐτὰρ Ἀπόλλων
Λητοΐδης κατένευσεν ἐπ᾽ ἀρθμῷ καὶ φιλότητι,
525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
μήτε θεὸν μήτ᾽ ἄνδρα Διὸς γόνονἐκ δὲ τέλειον
[αἰετὸν ἧκε πατήρ δ᾽ ἐπώμοσεν σε μάλ᾽ οἶον]


σύμβολον ἀθανάτων ποιήσομαι ἠδ᾽ ἅμα πάντων,
πιστὸν ἐμῷ θυμῷ καὶ τίμιοναὐτὰρ ἔπειτα
ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
530χρυσείηντριπέτηλονἀκήριον  σε φυλάξει
πάντας ἐπικραίνουσ᾽ ἄθλους ἐπέων τε καὶ ἔργων
τῶν ἀγαθῶνὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
μαντείην δέφέριστεδιοτρεφέςἣν ἐρεείνεις,
οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν᾽ ἄλλον
535ἀθανάτωντὸ γὰρ οἶδε Διὸς νόοςαὐτὰρ ἐγώ γε
πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
ἄλλον γ᾽ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
καὶ σύκασίγνητε χρυσόρραπιμή με κέλευε
540θέσφατα πιφαύσκεινὅσα μήδεται εὐρύοπα Ζεύς.
ἀνθρώπων δ᾽ ἄλλον δηλήσομαιἄλλον ὀνήσω,
πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ᾽ ἀνθρώπων.
καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεταιὅς τις ἂν ἔλθῃ
φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν:
545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεταιοὐδ᾽ ἀπατήσω.
ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
ἡμετέρηννοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
φήμ᾽ἁλίην ὁδὸν εἶσινἐγὼ δέ κε δῶρα δεχοίμην.
550ἄλλο δέ τοι ἐρέωΜαίης ἐρικυδέος υἱὲ
καὶ Διὸς αἰγιόχοιοθεῶν ἐριούνιε δαῖμον:
σεμναὶ γὰρ τινες εἰσίκασίγνηται γεγαυῖαι,
παρθένοιὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,
τρεῖςκατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,
555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
μαντείης ἀπάνευθε διδάσκαλοιἣν ἐπὶ βουσὶ
παῖς ἔτ᾽ ἐὼν μελέτησαπατὴρ δ᾽ ἐμὸς οὐκ ἀλέγιζεν,
ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
560αἳ δ᾽ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν:
ἢν δ᾽ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
ψεύδονται δὴ ἔπειτα δι᾽ ἀλλήλων δονέουσαι.
τάς τοι ἔπειτα δίδωμισὺ δ᾽ ἀτρεκέως ἐρεείνων
565σὴν αὐτοῦ φρένα τέρπεκαὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
πολλάκι σῆς ὀμφῆς ἐπακούσεταιαἴ κε τύχῃσι.
ταῦτ᾽ ἔχεΜαιάδος υἱέκαὶ ἀγραύλους ἕλικας βοῦς
ἵππους τ᾽ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.

[ὡς ἔφατ᾽οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι
θῆκε τέλοςπᾶσιν δ᾽ ἄρ᾽  γ᾽ οἰωνοῖσι κέλευσεν
καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
570καὶ κυσὶ καὶ μήλοισινὅσα τρέφει εὐρεῖα χθών,
πᾶσι δ᾽ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
οἶον δ᾽ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
ὅς τ᾽ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
575παντοίῃ φιλότητιχάριν δ᾽ ἐπέθηκε Κρονίων.
πᾶσι δ᾽  γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
παῦρα μὲν οὖν ὀνίνησιτὸ δ᾽ ἄκριτον ἠπεροπεύει
νύκτα δι᾽ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.


καὶ σὺ μὲν οὕτω χαῖρεΔιὸς καὶ Μαιάδοςυἱέ:
580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.