Μεταφράστε τη σελίδα

Αναζήτηση / Search

Socratic News


Are you interested in Democracy ?

Τρίτη 6 Απριλίου 2010

Αριστοτέλους, αρετές και κακίες


Aristotle, Virtues and Vices


ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ᾽ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ᾽ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ᾽ αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δ᾽ ἐστὶ τοῦ μὲν λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία. ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸφόβων τῶν περὶ θάνατον. σωφροσύνη δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ᾽ ἀξίαν. ἐλευθεριότης δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς, καθ᾽ ἣν δύναται φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. ἀφροσύνη δ᾽ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα τῶν περὶ θάνατον. ἀκολασία δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. [περὶ μὲν τῆς ἀκρατείας οὐδέν: οὕτω δὲ σὺ δύνασαι ὁρίζειν.] ἀκράτεια δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. ἀδικία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει: ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος δ᾽ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δ᾽ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης δ᾽ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια. ἐγκρατείας δ᾽ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. δικαιοσύνης δ᾽ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατ᾽ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους: ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία. ἐλευθεριότητος δ᾽ ἐστὶ τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζῴων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον. μεγαλοψυχίας δ᾽ ἐστὶ τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ μεγαλόψυχος οὔθ᾽ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθ᾽ ὁ φιλόζωος. ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια.ἀφροσύνης δ᾽ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν. παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη. ὀργιλότητος δ᾽ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. δειλίας δ᾽ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις, καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία, ἀπονία, φιλοψυχία. ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους. ἀκολασίας δ᾽ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φιλοσκώπτην καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία,τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις. ἀκρασίας δ᾽ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπολαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, μετέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ. ἀδικίας δ᾽ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις. ἀσέβεια μὲν ἡπερὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα: πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον: ὕβρις δέ, καθ᾽ ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει “ἥτις κερδαίνουσ᾽οὐδὲν ὅμως ἀδικεῖ.” ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰςπίστεις. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία,φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία. ἀνελευθερίας δ᾽ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία κιμβεία. αἰσχροκερδία μέν, καθ᾽ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται: φειδωλία δ᾽ ἐστὶ καθ᾽ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον: κιμβεία δ᾽ ἐστὶ καθ᾽ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεις, μισανθρωπία. μικροψυχίας δ᾽ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δ᾽ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δ᾽ ἐπὶ πᾶσι καὶ δυσφορεῖν. ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ δι᾽ ἄγνοιαν ἢ λήθην γιγνόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης. καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη: διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς σπουδαία διάθεσις. ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον: ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.

Δευτέρα 5 Απριλίου 2010

ΕΛΛΗΝΙΚΗ ΘΡΗΣΚΕΙΑ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΘΡΗΣΚΕΙΑ





Οι διωγμοί των χριστιανών ήταν αποτέλεσμα της μη αναγνώρισης του αυτοκράτορα ως πηγή εξουσίας, και την τιμή του αυτοκράτορα ως θεού. Αυτό τελείωσε όταν οι χριστιανοί αναγνώρισαν την πηγή εξουσίας στον αυτοκράτορα και ορκίζονταν σε αυτόν για να αποκτήσουν ξανά πολιτικά δικαιώματα. Σας θυμίζει τίποτα από τους μἀρτυρες του ιεχωβά; Ο Κωνσταντίνος αν και επέβαλε στους χριστιανούς να τον αναγνωρίσουν, δίνοντάς τους και σε εκείνους αναγνώριση, συνέχισε να τιμάται ως θεός αυτοκράτορας στους ναούς του Θεού Αυτοκράτορα της επικράτειας. Οι χριστιανοί αποδέχθηκαν τον Κωνσταντίνο ως άγιο της θρησκείας τους, άσχετα αν και μετά το θάνατό του λατρεύονταν ως Θεός στην αυτοκρατορία.

1

2

3

4

5

6

7

8

Η κηδεία του Μεγάλου Αλεξάνδρου του Τρίτου στην Αλεξάνδρεια από το Πτολεμαίο


Εδώ η πομπή της σορού του Βασιλέως μεταφέρεται στην πρωτεύουσα του Νείλου (Αιγύπτου), Αλεξάνδρεια. Η παράδοση είχε ότι όποιος διάδοχος τιμούσε τον νεκρό Βασιλέα με σεβασμό και τιμή, γινόταν και αποδέκτης της εξουσίας του κεκοιμημένου.

Άγγελος Σικελιανός - Πρόλογος στη Ζωή

Κυριακή 4 Απριλίου 2010

Σερραϊκοί Ζουρνάδες

Στους καλεσμένους της εκπομπής διακρίνεται και ο Δήμαρχος Σερρών Ιωάννης Βλάχος.

Τι ακούμε ως ειδήσεις και γιατί δεν ακούμε αυτά που αξίζουν;

Useless News due to reduced cost. Why people do not get informed properly although the search for global news is increasing.


Alisa Miller shares the news about the news


About this talk

Alisa Miller, head of Public Radio International, talks about why -- though we want to know more about the world than ever -- the US media is actually showing less. Eye-opening stats and graphs.

Σχετικά με αυτή την ομιλία

Η Alisa Miller, επικεφαλής της Public Radio International, ομιλεί σχετικά με το γιατί - αν και θέλουμε να μάθουμε περισσότερα για τον κόσμο από κάθε άλλη φορά - τα μέσα ενημέρωσης των ΗΠΑ δείχνει ουσιαστικά λιγότερα και πιο ασήμαντα νέα. Με στατιστικά και γραφήματα.


About Alisa Miller

As the CEO of Public Radio International, Alisa Miller works to bring the most significant news stories to millions -- empowering Americans with the knowledge to make choices in an interconnected world.

Ως Διευθύνων Σύμβουλος της Δημόσιας Radio International, Η Alisa Miller εργάζεται για να φέρει τις πιο σημαντικές ειδήσεις σε εκατομμύρια - προς ενδυνάμωση των Αμερικανών με γνώσεις για να κάνουν τις επιλογές σε ένα διασυνδεδεμένο κόσμο.

Why you should listen to her:

Alisa Miller is President and CEO of Public Radio International. She oversees the development of some 400 hours of programming a week, bringing challenging radio programs to millions of listeners. She is responsible for making PRI programs such as This American Life accessible through satellite radio, and for spearheading the development of new programs such as the new show The Takeaway. And yes, she is the first woman to take the helm of a public radio network.

Miller is an advocate for a global perspective in news programming. She notes that, even while society becomes more globally interconnected, "Americans seem to know less and less about the world around them." (Symptoms include the closure of foreign news bureaus -- and the increasing share of broadcast time devoted to Britney Spears.) Diversity in reporting, she says, is not just important -- it is vital for everyone who seeks to understand and act for good in an interdependent, increasingly complex world.

Γιατί θα πρέπει να την ακούσετε:

Η Alisa Miller είναι Πρόεδρος και Διευθύνων Σύμβουλος της Δημόσιας Radio International. Επιβλέπει την ανάπτυξη περίπου 400 ώρες την εβδομάδα προγραμματισμού, φέρνοντας προκλητικά ραδιοφωνικά προγράμματα για εκατομμύρια ακροατές. Είναι υπεύθυνη για την κατασκευή ΣΕΑ προγραμμάτων, όπως αυτή η αμερικανική ζωή προσβάσιμη μέσω του δορυφορικού ραδιοφώνου, καθώς και για την αιχμή του δόρατος την ανάπτυξη νέων προγραμμάτων, όπως το νέο show της Takeaway. Και ναι, αυτή είναι η πρώτη γυναίκα που αναλαμβάνει το αξίωμα του διοικητή δημόσιου δικτύου ραδιόφωνο.

Η Μίλερ είναι συνήγορος για μια παγκόσμια προοπτική στον προγραμματισμό ειδήσεων. Επισημαίνει ότι, ακόμη και ενώ κοινωνία γίνεται όλο και πιο διασυνδεδεμένη σε παγκόσμιο επίπεδο, «οι Αμερικανοί φαίνεται να γνωρίζουν όλο και λιγότερο για τον κόσμο γύρω τους." (Τα συμπτώματα περιλαμβάνουν το κλείσιμο των ξένων γραφείων ειδήσεων - και το αυξανόμενο μερίδιο του χρόνου μετάδοσης που αφιερώνεται στην Britney Spears.) Διαφορετικότητα στην αναφορά, λέει, δεν είναι σημαντική μόνο - είναι ζωτικής σημασίας για τον καθένα που επιδιώκει να καταλάβει και να ενεργούν για την καλή σε μια αλληλεξάρτηση, όλο και πιο πολύπλοκο κόσμο.



Τι μπορούν οι μεγάλοι να μάθουν από τα παιδιά;


Adora Svitak: What adults can learn from kids


About this talk

Child prodigy Adora Svitak says the world needs "childish" thinking: bold ideas, wild creativity and especially optimism. Kids' big dreams deserve high expectations, she says, starting with grownups' willingness to learn from children as much as to teach.

About Adora Svitak

A prolific short story writer and blogger since age seven, Adora Svitak (now 12) speaks around the United States to adults and children as an advocate for literacy.

Σχετικά με αυτή την ομιλία

Παιδί θαύμα η Adora Svitak λέει ο κόσμος χρειάζεται «παιδιάστικα» συστήματα σκέψης: τολμηρές ιδέες, τη δημιουργικότητα και την άγρια ιδιαίτερα αισιοδοξία. Τα μεγάλα όνειρα των παιδιών αξίζουν υψηλές προσδοκίες, λέει, αρχίζοντας με «την προθυμία των μεγάλων να διδαχθούν από τα παιδιά όσο και για να διδάξουν.

Σχετικά με την Adora Svitak

ένας πολυγραφότατος διηγηματογράφος και blogger από την ηλικία των επτά, Adora Svitak (τώρα 12) μιλά γύρω στις Ηνωμένες Πολιτείες σε ενήλικες και παιδιά ως συνήγορος για την παιδεία.

Why you should listen to her:

A voracious reader from age three, Adora Svitak's first serious foray into writing -- at age five -- was limited only by her handwriting and spelling. (Her astonishing verbal abilities already matched that of young adults over twice her age.) As her official bio says, her breakthrough would soon come "in the form of a used Dell laptop her mother bought her." At age seven, she typed out over 250,000 words -- poetry, short stories, observations about the world -- in a single year.

Svitak has since fashioned her beyond-her-years wordsmithing into an inspiring campaign for literacy -- speaking across the country to both adults and kids. She is author of Flying Fingers, a book on learning.

"A tiny literary giant."
Diane Sawyer, Good Morning America

Γιατί θα πρέπει να την ακούσετε:

Μία αδηφάγος αναγνώστης από την ηλικία των τριών, στη πρώτη σοβαρή προσπάθεια της η Adora Svitak στο γράψιμο - σε ηλικία πέντε - περιορίστηκε μόνο από την ορθογραφία της γραφής και της. (Οι εκπληκτικές λεκτικές ικανότητες της ήδη ίση με εκείνη των νεαρών ενηλίκων περισσότερο από το διπλάσιο της ηλικίας της.).

Όσο το βιογραφικό της λέει, η επανάσταση της σύντομα θα έρθει "με τη μορφή ενός φορητού υπολογιστή Dell που χρησιμοποιεί από τότε που η μητέρα της την αγόρασε." Κατά την ηλικία των επτά ετών, αυτή πληκτρολόγησε πάνω από 250.000 λέξεις - ποίηση, διηγήματα, οι παρατηρήσεις για τον κόσμο - σε έναν μόνο χρόνο. Η Svitak έκτοτε σχεδίασε πέραν της ηλικίας της λέξεις σε μια εμπνευσμένη καμπάνια για την παιδεία - μιλώντας σε όλη την χώρα σε ενήλικες και παιδιά. Είναι συγγραφέας του Flying Fingers, ένα βιβλίο για μάθηση.

"Ένας μικρός λογοτεχνικός γίγαντας." Diane Sawyer, Good Morning America.