Εἲς Ἑρμῆν
Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
5αἰδοίη: μακάρων δὲ θεῶν ἠλεύαθ᾽ ὅμιλον,
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους.
10ἀλλ᾽ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
τῇ δ᾽ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο:
καὶ τότ᾽ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
ληιστῆρ᾽, ἐλατῆρα βοῶν, ἡγήτορ᾽ ὀνείρων,
15νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ᾽ ἔμελλεν
ἀμφανέειν κλυτὰ ἔργα μετ᾽ ἀθανάτοισι θεοῖσιν.
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
20ὃς καί, ἐπειδὴ μητρὸς ἀπ᾽ ἀθανάτων θόρε γυίων,
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον:
25Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ᾽ ἀοιδόν:
ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ᾽ αὐλείῃσι θύρῃσι
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
σαῦλα ποσὶν βαίνουσα: Διὸς δ᾽ ἐριούνιος υἱὸς
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε:
30σύμβολον ἤδη μοι μέγ᾽ ὀνήσιμον: οὐκ ὀνοτάζω.
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
ἀσπασίη προφανεῖσα: πόθεν τόδε καλὸν ἄθυρμα
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
ἀλλ᾽ οἴσω σ᾽ ἐς δῶμα λαβών: ὄφελός τι μοι ἔσσῃ,
35οὐδ᾽ ἀποτιμήσω: σὺ δέ με πρώτιστον ὀνήσεις
3
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν:
ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
ζώουσ᾽: ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
ὣς ἂρ᾽ ἔφη: καὶ χερσὶν ἅμ᾽ ἀμφοτέρῃσιν ἀείρας
40ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
ἔνθ᾽ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
αἰῶν᾽ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
ὡς δ᾽ ὁπότ᾽ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
45ἢ ὅτε δινηθῶσιν ἀπ᾽ ὀφθαλμῶν ἀμαρυγαί,
ὣς ἅμ᾽ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
πῆξε δ᾽ ἄρ᾽ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
50καὶ πήχεις ἐνέθηκ᾽, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ᾽ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε: θεὸς δ᾽ ὑπὸ καλὸν ἄειδεν
55ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι
ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
ἥν τ᾽ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων:
60ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
φόρμιγγα γλαφυρήν: ὃ δ᾽ ἄρα κρειῶν ἐρατίζων
65ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
αὐτοῖσίν θ᾽ ἵπποισι καὶ ἅρμασιν: αὐτὰρ ἄρ᾽ Ἑρμῆς
70Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
πεντήκοντ᾽ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
75πλανοδίας δ᾽ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
ἴχνι᾽ ἀποστρέψας: δολίης δ᾽ οὐ λήθετο τέχνης
ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
τὰς δ᾽ ὄπιθεν πρόσθεν: κατὰ δ᾽ ἔμπαλιν αὐτὸς ἔβαινε.
σάνδαλα δ᾽ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
80ἄφραστ᾽ ἠδ᾽ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
85ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
οἷά τ᾽ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†
τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
ἱέμενον πεδίονδε δι᾽ Ὀγχηστὸν λεχεποίην
τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός:
90ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
ἦ πολυοινήσεις, εὖτ᾽ ἂν τάδε πάντα φέρῃσι,
[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]
καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
95πολλὰ δ᾽ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
καὶ πεδί᾽ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δ᾽ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
ἡ πλείων, τάχα δ᾽ ὄρθρος ἐγίγνετο δημιοεργός:
ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
100Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
τῆμος ἐπ᾽ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀκμῆτες δ᾽ ἵκανον ἐπ᾽ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
105ἔνθ᾽ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
λωτὸν ἐρεπτομένας ἠδ᾽ ἑρσήεντα κύπειρον:
σὺν δ᾽ ἐφόρει ξύλα πολλά, πυρὸς δ᾽ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
110... ἄρμενον ἐν παλάμῃ: ἄμπνυτο δὲ θερμὸς ἀυτμή:
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ᾽ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά: λάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
115ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
τόφρα δ᾽ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
δοιὰς ἄγχι πυρός: δύναμις δέ οἱ ἕσπετο πολλή.
ἀμφοτέρας δ᾽ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας:
ἀγκλίνων δ᾽ ἐκύλινδε δι᾽ αἰῶνας τετορήσας.
120ἔργῳ δ᾽ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ:
ὤπτα δ᾽ ἀμφ᾽ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
ἐργμένον ἐν χολάδεσσι: τὰ δ᾽ αὐτοῦ κεῖτ᾽ ἐπὶ χώρης:
ῥινοὺς δ᾽ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
125ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον: αὐτὰρ ἔπειτα
Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
κληροπαλεῖς: τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
130ἔνθ᾽ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς:
ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
ἡδεῖ᾽: ἀλλ᾽ οὐδ᾽ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
καί τε μάλ᾽ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.
ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
135δημὸν καὶ κρέα πολλά, μετήορα δ᾽ αἶψ᾽ ἀνάειρε,
σῆμα νέης φωρῆς: ἐπὶ δὲ ξύλα κάγκαν᾽ ἀγείρας
οὐλόποδ᾽, οὐλοκάρηνα πυρὸς κατεδάμνατ᾽ ἀυτμῇ.
αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην:
140ἀνθρακιὴν δ᾽ ἐμάρανε, κόνιν δ᾽ ἀμάθυνε μέλαιναν
παννύχιος: καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
Κυλλήνης δ᾽ αἶψ᾽ αὖτις ἀφίκετο δῖα κάρηνα
ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
145οὐδὲ κύνες λελάκοντο: Διὸς δ᾽ ἐριούνιος Ἑρμῆς
δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ᾽ ὀμίχλη.
ἰθύσας δ᾽ ἄντρου ἐξίκετο πίονα νηὸν
ἦκα ποσὶ προβιβῶν: οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ᾽ οὔδει.
150ἐσσυμένως δ᾽ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς:
σπάργανον ἀμφ᾽ ὤμοις εἰλυμένος, ἠύτε τέκνον
νήπιον, ἐν παλάμῃσι περ᾽ ἰγνύσι λαῖφος ἀθύρων
κεῖτο, χέλυν ἐρατὴν ἐπ᾽ ἀριστερὰ χειρὸς ἐέργων.
μητέρα δ᾽ οὐκ ἄρ᾽ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον:
155τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ᾽ οἴω
ἢ τάχ᾽ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
ἣ σὲ φέροντα μεταξὺ κατ᾽ ἄγκεα φηλητεύσειν.
160ἔρρε πάλιν: μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
τὴν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι:
μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
165ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
βουκολέων ἐμὲ καὶ σὲ διαμπερές: οὐδὲ θεοῖσι
νῶι μετ᾽ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ᾽, ὡς σὺ κελεύεις.
170βέλτερον ἤματα πάντα μετ᾽ ἀθανάτοις ὀαρίζειν,
πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα
ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν: ἀμφὶ δὲ τιμῆς,
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
175πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
εἰ δέ μ᾽ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων:
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
180πορθήσω καὶ χρυσόν, ἅλις τ᾽ αἴθωνα σίδηρον
καὶ πολλὴν ἐσθῆτα: σὺ δ᾽ ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα.
ὣς οἳ μέν ῥ᾽ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
υἱός τ᾽ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
Ἠὼς δ᾽ ἠριγένεια φόως θνητοῖσι φέρουσα
185ὤρνυτ᾽ ἀπ᾽ Ὠκεανοῖο βαθυρρόου: αὐτὰρ Ἀπόλλων
Ὀγχηστόνδ᾽ ἀφίκανε κιών, πολυήρατον ἄλσος
ἁγνὸν ἐρισφαράγου Γαιηόχου: ἔνθα γέροντα
κνώδαλον εὗρε νέμοντα παρ᾽ ἔξοδον ἕρκεος αὐλῆς.
τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός:
190ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ᾽ ἱκάνω,
πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
ἐξ ἀγέλης: ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ᾽ ἄλλων
κυάνεος: χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
195τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες: οἳ μὲν ἔλειφθεν,
οἵ τε κύνες ὅ τε ταῦρος: ὃ δὴ περὶ θαῦμα τέτυκται:
ταὶ δ᾽ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
200ἀνέρα ταῖσδ᾽ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
τὸν δ᾽ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν:
ὦ φίλος, ἀργαλέον μέν, ὅσ᾽ ὀφθαλμοῖσιν ἴδοιτο,
πάντα λέγειν: πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ᾽ ἐσθλὰ
205φοιτῶσιν: χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον:
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο:
παῖδα δ᾽ ἔδοξα, φέριστε, σαφὲς δ᾽ οὐκ οἶδα, νοῆσαι,
ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
210νήπιος, εἶχε δὲ ῥάβδον: ἐπιστροφάδην δ᾽ ἐβάδιζεν.
ἐξοπίσω δ᾽ ἀνέεργε, κάρη δ᾽ ἔχεν ἀντίον αὐτῷ.
φῆ ῥ᾽ ὁ γέρων: ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας:
οἰωνὸν δ᾽ ἐνόει τανυσίπτερον, αὐτίκα δ᾽ ἔγνω
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
215ἐσσυμένως δ᾽ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσ᾽
ἴχνιά τ᾽ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον:
ὦ πόποι, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
220ἴχνια μὲν τάδε γ᾽ ἐστὶ βοῶν ὀρθοκραιράων,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα:
βήματα δ᾽ οὔτ᾽ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων:
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
225ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν:
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο.
ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
Κυλλήνης δ᾽ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
230ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
ὀδμὴ δ᾽ ἱμερόεσσα δι᾽ οὔρεος ἠγαθέοιο
κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
235Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽: ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
240ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε: χέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δ᾽ οὐδ᾽ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
νύμφην τ᾽ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
245παῖδ᾽ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
παπτήνας δ᾽ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδ᾽ ἀμβροσίης ἐρατεινῆς:
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
250πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν:
ἔνθ᾽ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν:
ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
255θᾶσσον: ἐπεὶ τάχα νῶι διοισόμεθ᾽ οὐ κατὰ κόσμον.
ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον: οὐδέ σε μήτηρ
ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ᾽ ὑπὸ γαίῃ
ἐρρήσεις ὀλίγοισι μετ᾽ ἀνδράσιν ἡγεμονεύων.
260Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι:
Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ᾽ ἱκάνεις;
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα:
οὐκ ἂν μηνύσαιμ᾽, οὐκ ἂν μήνυτρον ἀροίμην:
265οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν:
ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
σπάργανά τ᾽ ἀμφ᾽ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη:
270καί κεν δὴ μέγα θαῦμα μετ᾽ ἀθανάτοισι γένοιτο,
παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
βουσὶν ἐπ᾽ ἀγραύλοισι: τὸ δ᾽ ἀπρεπέως ἀγορεύεις.
χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ᾽ ὕπο χθών.
εἰ δ᾽ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι:
275μὴ μὲν ἐγὼ μήτ᾽ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
μήτε τιν᾽ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
αἵ τινες αἱ βόες εἰσί: τὸ δὲ κλέος οἶον ἀκούω.
ὣς ἄρ᾽ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
280μάκρ᾽ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.
τὸν δ᾽ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων:
ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλ᾽ οἴω
πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ᾽ οὔδεϊ φῶτα καθίσσαι,
285σκευάζοντα κατ᾽ οἶκον ἄτερ ψόφου, οἷ᾽ ἀγορεύεις:
πολλοὺς δ᾽ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
οὔρεος ἐν βήσσῃς, ὁπότ᾽ ἄν κρειῶν ἐρατίζων
ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
ἀλλ᾽ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
290ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.
τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ᾽ ἀθανάτοις γέρας ἕξεις.
ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
ὣς ἄρ᾽ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
σὺν δ᾽ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
295οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.
ἐσσυμένως δὲ μετ᾽ αὐτὸν ἐπέπταρε: τοῖο δ᾽ Ἀπόλλων
ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
300Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε:
θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ:
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
τούτοις οἰωνοῖσι: σὺ δ᾽ αὖθ᾽ ὁδὸν ἡγεμονεύσεις.
ὣς φάθ᾽: ὃ δ᾽ αὖτ᾽ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,
305σπουδῇ ἰών: ἄμφω δὲ παρ᾽ οὔατα χερσὶν ἐώθει
σπάργανον ἀμφ᾽ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον:
πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
ἦ με βοῶν ἕνεχ᾽ ὧδε χολούμενος ὀρσολοπεύεις;
ὦ πόποι, εἴθ᾽ ἀπόλοιτο βοῶν γένος: οὐ γὰρ ἐγώ γε
310ὑμετέρας ἔκλεψα βόας οὐδ᾽ ἄλλον ὄπωπα,
αἵτινες αἱ βόες εἰσί: τὸ δὲ κλέος οἶον ἀκούω.
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
Ἑρμῆς τ᾽ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
315ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν
... οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,
320ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα:
κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
325οὐμιλίη δ᾽ ἔχ᾽ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ
ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
ἔστησαν δ᾽ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
πρόσθε Διὸς γούνων: ὃ δ᾽ ἀνείρετο φαίδιμον υἱὸν
Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε:
330φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδ᾽ ἐλαύνεις,
παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
σπουδαῖον τόδε χρῆμα θεῶν μεθ᾽ ὁμήγυριν ἦλθε.
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων:
ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
335κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
παῖδά τιν᾽ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
οὐδ᾽ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ᾽ ἐπὶ γαίῃ.
340κλέψας δ᾽ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ᾽ ἐλαύνων
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
εὐθὺ Πύλονδ᾽ ἐλάων: τὰ δ᾽ ἄρ᾽ ἴχνια δοιὰ πέλωρα,
οἷά τ᾽ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
345ἀντία βήματ᾽ ἔχουσα κόνις ἀνέφαινε μέλαινα:
αὐτὸς δ᾽ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτ᾽ ἄρα ποσσὶν
οὔτ᾽ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον:
ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
τοῖα πέλωρ᾽ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
350ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
ῥεῖα μάλ᾽ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν:
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
ἄφραστος γένετ᾽ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
χῶρον ἀνὰ κρατερόν: τὸν δ᾽ ἐφράσατο βροτὸς ἀνὴρ
355ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ᾽ ἔνθα,
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον: οὐδέ κεν αὐτὸν
360αἰετὸς ὀξὺ λάων ἐσκέψατο: πολλὰ δὲ χερσὶν
αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
αὐτὸς δ᾽ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν:
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
οὐδέ κε μηνύσαιμ᾽, οὐδ᾽ ἄν μήνυτρον ἀροίμην.
365Ἠ τοι ἄρ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο Φοῖβος Ἀπόλλων:
Ερμῆς δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
δείξατο δ᾽ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων:
ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω:
νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
370ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο:
οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
μηνύειν δ᾽ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
πολλὰ δέ μ᾽ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
375οὕνεχ᾽ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τ᾽ οἶδε καὶ αὐτός,
οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
πείθεο: καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
ὡς οὐκ οἴκαδ᾽ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
380οὐδ᾽ ὑπὲρ οὐδὸν ἔβην: τὸ δέ τ᾽ ἀτρεκέως ἀγορεύω.
Ἠέλιον δὲ μάλ᾽ αἰδέομαι καὶ δαίμονας ἄλλους,
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι: οἶσθα καὶ αὐτός,
ὡς οὐκ αἴτιός εἰμι: μέγαν δ᾽ ἐπιδώσομαι ὅρκον:
οὐ μὰ τάδ᾽ ἀθανάτων εὐκόσμητα προθύραια.
385καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
καὶ κρατερῷ περ ἐόντι: σὺ δ᾽ ὁπλοτέροισιν ἄρηγε.
ὣς φάτ᾽ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης:
καὶ τὸ σπάργανον εἶχεν ἐπ᾽ ὠλένῃ οὐδ᾽ ἀπέβαλλε.
Ζεὺς δὲ μέγ᾽ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
390εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
ἀμφοτέρους δ᾽ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
καὶ δεῖξαι τὸν χῶρον ἐπ᾽ ἀβλαβίῃσι νόοιο,
ὅππη δὴ αὖτ᾽ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
395νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ᾽ ἀγλαὸς Ἑρμῆς:
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
τὼ δ᾽ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
ἐς Πύλον ἠμαθόεντα ἐπ᾽ Ἀλφειοῦ πόρον ἷξον:
ἀγροὺς δ᾽ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
400ἡχοῦ δὴ τὰ χρήματ᾽ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
ἔνθ᾽ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα:
Λητοΐδης δ᾽ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
πέτρῃ ἐπ᾽ ἠλιβάτῳ, τάχα δ᾽ εἴρετο κύδιμον Ἑρμῆν:
405πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος: οὐδέ τί σε χρὴ
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον]
410ἄγνου: ταὶ δ᾽ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
ῥεῖά τε καὶ πάσῃσιν ἐπ᾽ ἀγραύλοισι βόεσσιν,
Ἑρμέω βουλῇσι κλεψίφρονος: αὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
415χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
... ἐγκρύψαι μεμαώς: Λητοῦς δ᾽ ἐρικυδέος υἱὸν
ῥεῖα μάλ᾽ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ᾽ αὐτός,
καὶ κρατερόν περ ἐόντα: λαβὼν δ᾽ ἐπ᾽ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ᾽ ὑπὸ χειρὸς
420σμερδαλέον κονάβησε: γέλασσε δὲ Φοῖβος Ἀπόλλων
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ᾽ ἰωὴ
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα: λύρῃ δ᾽ ἐρατὸν κιθαρίζων
στῆ ῥ᾽ ὅ γε θαρσήσας ἐπ᾽ ἀριστερὰ Μαιάδος υἱὸς
425Φοίβου Ἀπόλλωνος: τάχα δὲ λιγέως κιθαρίζων
γηρύετ᾽ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων
ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
430μητέρα Μουσάων: ἣ γὰρ λάχε Μαιάδος υἱόν:
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
πάντ᾽ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
τὸν δ᾽ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
435καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω:
νῦν δ᾽ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
440ἦ σοί γ᾽ ἐκ γενετῆς τάδ᾽ ἅμ᾽ ἕσπετο θαυματὰ ἔργα
ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν᾽ ἀνδρῶν
445οὔτε τιν᾽ ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσι,
νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν:
ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
455θαυμάζω, Διὸς υἱέ, τάδ᾽, ὡς ἐρατὸν κιθαρίζεις.
νῦν δ᾽ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι:
νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
σοί τ᾽ αὐτῷ καὶ μητρί: τὸ δ᾽ ἀτρεκέως ἀγορεύσω:
460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε
κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν᾽ εἵσω
δώσω τ᾽ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν:
εἰρωτᾷς μ᾽, Ἐκάεργε, περιφραδές: αὐτὰρ ἐγώ σοι
465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
σήμερον εἰδήσεις: ἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας:
πρῶτος γάρ, Διὸς υἱέ, μετ᾽ ἀθανάτοισι θαάσσεις,
ἠύς τε κρατερός τε: φιλεῖ δέ σε μητίετα Ζεὺς
470ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ᾽ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
τῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν δεδάηκα:
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
475ἀλλ᾽ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
δέγμενος ἐξ ἐμέθεν: σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
ἐργασίην φεύγουσα δυήπαθον: ὃς δέ κεν αὐτὴν
νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
490καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε:
ἡμεῖς δ᾽ αὖτ᾽ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.
ἔνθεν ἅλις τέξουσι βόες ταύροις:, μιγεῖσαι
μίγδην θηλείας τε καὶ ἄρσενας: οὐδέ τί σε χρὴ
495κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
ὣς εἰπὼν ὤρεξ᾽: ὃ δ᾽ ἐδέξατο Φοῖβος Ἀπόλλων,
Ἐρμῇ δ᾽ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,
βουκολίας τ᾽ ἐπέτελλεν: ἔδεκτο δὲ Μαιάδος υἱὸς
γηθήσας: κίθαριν δὲ λαβὼν ἐπ᾽ ἀριστερὰ χειρὸς
500Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,
πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος: ἣ δ᾽ ὑπένερθε
σμερδαλέον κονάβησε: θεὸς δ᾽ ὑπὸ καλὸν ἄεισεν.
ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
ἐτραπέτην: αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,
505ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
τερπόμενοι φόρμιγγι: χάρη δ᾽ ἄρα μητιέτα Ζεύς,
ἄμφω δ᾽ ἐς φιλότητα συνήγαγε: καὶ τὰ μὲν Ἑρμῆς
Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
σήματ᾽ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
510ἱμερτήν, δεδαώς, ὃ δ᾽ ἐπωλένιον κιθάριζεν:
αὐτὸς δ᾽ αὖθ᾽ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην:
συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ᾽ ἀκουστήν.
καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε:
δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα:
τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
ἀλλ᾽ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
520πάντ᾽ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
μή ποτ᾽ ἀποκλέψειν, ὅσ᾽ Ἑκηβόλος ἐκτεάτισται,
μηδέ ποτ᾽ ἐμπελάσειν πυκινῷ δόμῳ: αὐτὰρ Ἀπόλλων
Λητοΐδης κατένευσεν ἐπ᾽ ἀρθμῷ καὶ φιλότητι,
525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
μήτε θεὸν μήτ᾽ ἄνδρα Διὸς γόνον: ἐκ δὲ τέλειον
[αἰετὸν ἧκε πατήρ: ὁ δ᾽ ἐπώμοσεν: ἦ σε μάλ᾽ οἶον]
σύμβολον ἀθανάτων ποιήσομαι ἠδ᾽ ἅμα πάντων,
πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον: αὐτὰρ ἔπειτα
ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
πάντας ἐπικραίνουσ᾽ ἄθλους ἐπέων τε καὶ ἔργων
τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν᾽ ἄλλον
535ἀθανάτων: τὸ γὰρ οἶδε Διὸς νόος: αὐτὰρ ἐγώ γε
πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
ἄλλον γ᾽ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
ἀνθρώπων δ᾽ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ᾽ ἀνθρώπων.
καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν:
545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ᾽ ἀπατήσω.
ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
φήμ᾽, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
550ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ
καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον:
σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,
παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,
τρεῖς: κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,
555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ
παῖς ἔτ᾽ ἐὼν μελέτησα: πατὴρ δ᾽ ἐμὸς οὐκ ἀλέγιζεν,
ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
560αἳ δ᾽ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν:
ἢν δ᾽ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
ψεύδονται δὴ ἔπειτα δι᾽ ἀλλήλων δονέουσαι.
τάς τοι ἔπειτα δίδωμι: σὺ δ᾽ ἀτρεκέως ἐρεείνων
565σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
ταῦτ᾽ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
ἵππους τ᾽ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
[ὡς ἔφατ᾽: οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι
θῆκε τέλος: πᾶσιν δ᾽ ἄρ᾽ ὅ γ᾽ οἰωνοῖσι κέλευσεν
καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
570καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
πᾶσι δ᾽ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
οἶον δ᾽ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
ὅς τ᾽ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
575παντοίῃ φιλότητι: χάριν δ᾽ ἐπέθηκε Κρονίων.
πᾶσι δ᾽ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ᾽ ἄκριτον ἠπεροπεύει
νύκτα δι᾽ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ:
580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
0 σχόλια:
Δημοσίευση σχολίου